Πέμπτη 21 Απριλίου 2011

Ταπεινούμενος, ὑπερβολῇ εὐσπλαγχνίας


Ὅτε οἱ ἔνδοξοι Μαθηταί, ἐν τῷ νιπτῆρι τοῦ Δείπνου ἐφωτίζοντο, τότε Ἰούδας ὁ δυσσεβής, φιλαργυρίαν νοσήσας ἐσκοτίζετο, καὶ ἀνόμοις κριταῖς, σὲ τὸν δίκαιον Κριτὴν παραδίδωσι. Βλέπε χρημάτων ἐραστά, τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον, φεῦγε ἀκόρεστον ψυχὴν τὴν Διδασκάλῳ τοιαῦτα τολμήσασαν. Ὁ περὶ πάντας ἀγαθός, Κύριε δόξα σοι. [...]

Ἡ πανταιτία, καὶ παρεκτικὴ ζωῆς, ἡ ἄπειρος σοφία τοῦ Θεοῦ, ᾠκοδόμησε τὸν οἶκον ἑαυτῆς, ἁγνῆς ἐξ ἀπειράνδρου Μητρός· ναὸνγὰρ σωματικὸν περιθέμενος, ἐνδόξως, δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν.

Μυσταγωγοῦσα, φίλους ἑαυτῆς, τὴν ψυχοτρόφον ἑτοιμάζει τράπεζαν, ἀμβροσίας δὲ ἡ ὄντως σοφία τοῦ Θεοῦ, κιρνᾷ κρατῆρα πιστοῖς. Προσέλθωμεν εὐσεβῶς καὶ βοήσωμεν· Ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν. [...]

Κύριος ὢν πάντων καὶ Κτίστης Θεός, τὸ κτιστὸν ὁ ἀπαθής, πτωχεύσας σεαυτῷ ἥνωσας, καὶ τὸ Πάσχα, οἷς ἔμελλες θανεῖν, αὐτὸς ὢν σεαυτὸν προετίθης. Φάγετε βοῶν τὸ Σῶμά μου, καὶ πίστει στερεωθήσεσθε. [...]

Ῥύσιον παντός, τοῦ βροτείου γένους, τὸ οἰκεῖον Ἀγαθέ, τοὺς σοὺς Μαθητὰς ἐπότισας, εὐφροσύνης ποτήριον πλήσας· αὐτὸς γὰρ σεαυτὸν ἱερούργεις· Πίετε βοῶν τὸ Αἷμά μου, καὶ πίστει στερεωθήσεσθε. [...]

Ὁ λίμνας καὶ πηγάς, καὶ θαλάσσας ποιήσας, ταπείνωσιν ἡμᾶς, ἐκπαιδεύων ἀρίστην, λεντίῳ ζωννύμενος, Μαθητῶν πόδας ἔνιψε, ταπεινούμενος, ὑπερβολῇ εὐσπλαγχνίας, καὶ ὑψῶν ἡμᾶς, ἀπὸ βαράθρων κακίας, ὁ μόνος φιλάνθρωπος. [...]

Ταπεινούμενος, δι' εὐσπλαγχνίαν, πόδας ἔνιψας, τῶν Μαθητῶν σου, καὶ πρὸς δρόμον θεῖον τούτους κατεύθυνας, ἀπαναινόμενος Πέτρος δὲ νίπτεσθαι, αὖθις τῷ θείῳ ὑπείκει προστάγματι, ἐκνιπτόμενος, καὶ σοῦ ἐκτενῶς δεόμενος, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. [...]

Τῷ συνδέσμῳ τῆς ἀγάπης, συνδεόμενοι οἱ Ἀπόστολοι, τῷ δεσπόζοντι τῶν ὅλων, ἑαυτοὺς Χριστῷ, ἀναθέμενοι, ὡραίους πόδας ἐξαπενίζοντο, εὐαγγελιζόμενοι πᾶσιν εἰρήνην. [...]


Μαθηταῖς ὑποδεικνύει, ταπεινώσεως ὁ Δεσπότης τύπον· ὁ νεφέλαις δὲ τὸν πόλον περιβάλλων, ζώννυται λέντιον, καὶ κάμπτει γόνυ, δούλων ἐκπλῦναι πόδας, οὗ ἐν τῇ χειρὶ πνοὴ πάντων τῶν ὄντων. [...]

Κύριον φωνεῖτε, ὦ Μαθηταί, καὶ Διδάσκαλόν με· καὶ γὰρ πέφυκα Σωτὴρ ἐβόας· διὸ μιμεῖσθε τὸν τύπον, ὃν τρόπον ἐν ἐμοὶ ἐθεάσασθε. [...]

Τῇ μυστικῇ ἐν φόβῳ τραπέζῃ, προσεγγίσαντες πάντες, καθαραῖς ταῖς ψυχαῖς, τὸν ἄρτον ὑποδεξώμεθα, συμπαραμένοντες τῷ Δεσπότῃ, ἵνα ἴδωμεν τοὺς πόδας πῶς ἀπονίπτει τῶν Μαθητῶν, καὶ ἐκμάσσει τῷ λεντίῳ, καὶ ποιήσωμεν ὥσπερ κατίδωμεν, ἀλλήλοις ὑποταγέντες, καὶ ἀλλήλων τοὺς πόδας ἐκπλύνοντες· αὐτὸς γὰρ ὁ Χριστὸς οὕτως ἐκέλευσε, τοῖς αὐτοῦ Μαθηταῖς ὡς προέφησεν, ἀλλ' οὐκ ἤκουσεν, Ἰούδας ὁ δοῦλος καὶ δόλιος.

Συναξάριον
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ, οἱ τὰ πάντα καλῶς διαταξάμενοι θεῖοι Πατέρες, ἀλληλοδιαδόχως ἔκ τε τῶν θείων Ἀποστόλων, καὶ τῶν ἱερῶν Εὐαγγελίων, παραδεδώκασιν ἡμῖν τέσσαρά τινα ἑορτάζειν, τὸν ἱερὸν Νιπτῆρα, τὸν μυστικὸν Δεῖπνον (δηλαδὴ τὴν παράδοσιν τῶν καθ' ἡμᾶς φρικτῶν Μυστηρίων), τὴν ὑπερφυᾶ Προσευχήν, καὶ τὴν Προδοσίαν αὐτήν. [...]

Οἱ δαιτυμόνες οἱ μακαριστοί, ἐν τῇ Σιὼν τῷ Λόγῳ προσκαρτερήσαντες, οἱ Ἀπόστολοι παρείποντο, τῷ Ποιμένι ὡς ἄρνες, καὶ συνημμένοι, ᾧ οὐκ ἐχωρίσθησαν Χριστῷ, θείῳ λόγῳ τρεφόμενοι, εὐχαρίστως ἐβόων· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Νόμου φιλίας, ὁ δυσώνυμος, Ἰσκαριώτης γνώμῃ ἐπιλαθόμενος, οὓς ἐνίψατο ηὐτρέπισε πρὸς προδοσίαν πόδας, καὶ σοῦ ἐσθίων ἄρτον, Σῶμα θεῖον, ἐπῆρε πτερνισμόν ἐπὶ σέ, Χριστέ, καὶ βοᾶν οὐ συνῆκε· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὃν ἐκήρυξεν Ἀμνὸν Ἡσαΐας, ἔρχεται ἐπὶ σφαγὴν ἑκούσιον, καὶ τὸν νῶτον δίδωσιν εἰς μάστιγας, τὰς σιαγόνας εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπον οὐκ ἀπεστράφη, ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, θανάτῳ δὲ ἀσχήμονι καταδικάζεται, πάντα ὁ ἀναμάρτητος ἑκουσίως καταδέχεται, ἵνα πᾶσι δωρήσηται τὴν ἐκ νεκρῶν ἀνάστασιν. [...]

Ὁ τρόπος σου δολιότητος γέμει, παράνομε Ἰούδα· νοσῶν γὰρ φιλαργυρίαν, ἐκέρδησας μισανθρωπίαν· εἰ γὰρ πλοῦτον ἠγάπας, τί τῷ περὶ πτωχείας διδάσκοντι ἐφοίτας; εἰ δὲ καὶ ἐφίλεις, ἵνα τί ἐπώλεις τὸν ἀτίμητον, προδιδοὺς εἰς μιαιφονίαν. Φρῖξον ἥλιε, στέναξον ἡ γῆ, καὶ κλονουμένη βόησον· Ἀνεξίκακε Κύριε δόξα σοι. [...]

Μυσταγωγῶν σου Κύριε τοὺς Μαθητάς, ἐδίδασκες λέγων. Ὦ φίλοι, ὁρᾶτε, μηδεῖς ὑμᾶς χωρίσει μου φόβος· εἰ γὰρ πάσχω, ἀλλ' ὑπὲρ τοῦ Κόσμου· μὴ οὖν σκανδαλίζεσθε ἐν ἐμοί· οὐ γὰρ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχήν μου, λύτρον ὑπὲρ τοῦ Κόσμου. Εἰ οὖν ὑμεῖς φίλοι μού ἐστε, ἐμὲ μιμεῖσθε· ὁ θέλων πρῶτος εἶναι, ἔστω ἔσχατος, ὁ δεσπότης, ὡς ὁ διάκονος· μείνατε ἐν ἐμοί, ἵνα βότρυν φέρητε· ἐγὼ γάρ εἰμι τῆς ζωῆς ἡ ἄμπελος. [...]



Πηγή: Όρθρος Μεγάλης Πέμπτης (ψαλλόμενος την εσπέρα της Μ. Τετάρτης)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...