Κυριακή, 15 Απριλίου 2012

Εἰσέλθετε πάντες εἰς τήν χαράν τοῦ Κυρίου ὑμῶν



Εἴ τις εὐσεβής καί φιλόθεος, ἀπολαυέτω τῆς καλῆς ταύτης καί λαμπρᾶς πανηγύρεως. 
Εἴ τις εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τήν χαράν τοῦ Κυρίου αὐτοῦ. 
Εἴ τις ἔκαμε νηστεύων, ἀπολαυέτω νῦν τό δηνάριον.

Εἴ τις ἀπό τῆς πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τό δίκαιον ὄφλημα.
Εἴ τις μετά τήν τρίτην ἦλθεν, εὐχαρίστως ἑορτασάτω.
Εἴ τις μετά τήν ἕκτην ἔφθασε, μηδέν ἀμφιβαλλέτω˙ καί γάρ οὐδέν ζημειοῦται.
Εἴ τις ὑστέρησεν εἰς τήν ἐνάτην, προσελθέτω, μηδέν ἐνδοιάζων. 

Εἴ τις εἰς μόνην ἔφθασε τήν ἐνδεκάτην, μή φοβηθῆ τήν βραδύτητα˙ φιλότιμος γάρ ὤν ὁ Δεσπότης, δέχεται τόν ἔσχατον καθάπερ καί τόν πρῶτον˙ ἀναπαύει τόν τῆς ἐνδεκάτης, ὡς τόν ἐργασάμενον ἀπό τῆς πρώτης˙ καί τόν ὕστερον ἐλεεῖ καί τόν πρῶτον θεραπεύει˙ κακείνω δίδωσι καί τούτω χαρίζεται˙ καί τά ἔργα δέχεται καί τήν γνώμην ἀσπάζεται˙ καί τήν πρᾶξιν τιμᾶ καί τήν πρόθεσιν ἐπαινεῖ. 

Οὐκοῦν εἰσέλθετε πάντες εἰς τήν χαράν τοῦ Κυρίου ὑμῶν˙ καί πρῶτοι καί δεύτεροι τόν μισθόν ἀπολαύετε. Πλούσιοι καί πένητες μετ’ ἀλλήλων χορεύσατ˙ ἐγκρατεῖς καί ράθυμοι τήν ἡμέραν τιμήσατε˙ νηστεύσαντες καί μή νηστεύσαντες, εὐφράνθητε σήμερον. Ἡ τράπεζα γέμει, τρυφήσατε πάντες. Ὁ μόσχος πολύς, μηδείς ἐξέλθη πεινῶν. Πάντες ἀπολαύσατε τοῦ συμποσίου τῆς πίστεως˙ πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος.

Μηδείς θρηνείτω πενίαν˙ ἐφάνη γάρ ἡ κοινή Βασιλεία. Μηδείς ὀδυρέσθω πταίσματα˙ συγνώμη γάρ ἐκ τοῦ τάφου ἀνέτειλε. Μηδείς φοβείσθω θάνατον˙ ἠλευθέρωσε γάρ ἡμᾶς ὁ τοῦ Σωτῆρος θάνατος. Ἔσβεσεν αὐτόν, ὑπ’ αὐτοῦ κατεχόμενος. Ἐσκύλευσε τόν ἅδην ὁ κατελθών εἰς τόν ἅδην. Ἐπίκρανεν αὐτόν, γευσάμενον τῆς σαρκός αὐτοῦ. Καί τοῦτο προλαβών Ἠσαϊας ἐβόησεν˙ ὁ ἅδης φησίν, ἐπικράνθη, συναντήσας σοι κάτω. 

Ἐπικράνθη˙ καί γάρ κατηργήθη. 
Ἐπικράνθη˙ καί γάρ ἐνεπαίχθη. 
Ἐπικράνθη˙ καί γάρ ἐνεκρώθη. 
Ἐπικράνθη˙ καί γάρ καθηρέθη. 
Ἐπικράνθη˙ καί γάρ ἐδεσμεύθη. 

Ἔλαβε σῶμα καί Θεῶ περιέτυχεν.
Ἔλαβε γῆν καί συνήντησεν οὐρανῶ.
Ἔλαβεν ὅπερ ἔβλεπε καί πέπτωκεν ὅθεν οὐκ ἔβλεπε.

Ποῦ σου, θάνατε, τό κέντρον; 
Ποῦ σου, ἅδη, τό νῖκος; 

Ἀνέστη Χριστός καί σύ καταβέβλησαι. 
Ἀνέστη Χριστός καί πεπτώκασι δαίμονες. 
Ἀνέστη Χριστός καί χαίρουσιν ἄγγελοι. 
Ἀνέστη Χριστός, καί ζωή πολιτεύεται. 
Ἀνέστη Χριστός καί νεκρός οὐδείς ἐπί μνήματος. 
Χριστός γάρ ἐγερθείς ἐκ νεκρῶν, ἀπαρχή τῶν κεκοιμημένων ἐγένετο.

Αὐτῶ ἡ δόξα καί τό κράτος εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πηγή: Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου, Κατηχητικός Λόγος εἰς τήν ἁγίαν καί λαμπροφόρον ἡμέραν τῆς ἐνδόξου καί σωτηριώδους Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Ἀναστάσεως

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...